lunedì 1 marzo 2021

lunedì 1 marzo 2021

φυλαξ
ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
225 ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη· τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέων ἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγύνει;
230 τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ βραδύς. χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖν σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως· τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
235 τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.